Πέμπτη 28 Δεκεμβρίου 2023

Παρακλητικός Κανών εις τον Αρχάγγελο Μιχαήλ Πανορμίτη Ποίημα Αρχιμ. Φιλαρέτου Βιτάλη

 


Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ τροπάρια·


Ἦχος δ΄. Τῆ Θεοτόκῳ ἐκτενῶς.
Τοῦ Ταξιάρχου τῷ Ναῷ νῦν προσήλθομεν ἐν εὐλαβείᾳ οἱ πιστοὶ καὶ προσπίπτομεν πρὸ τῆς Εἰκόνος τῆς θαυματουργοῦ κράζοντες· καὶ λέγοντες· Ἀρχιστράτηγε θείε, πρόφθασον καὶ λύτρωσαι ἀπὸ πάσης ἀνάγκης ἡμᾶς καὶ πάντας, ἅρχον Μιχαήλ, τοὺς προσδραμόντας πιστῶς τῆ σῇ χάριτι.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.

Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα, βοήθησον ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον, ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ἀρχόμεθα τοῦ Κανόνος, οὐ ἡ Ακροστιχίς·
Θερμῶς Μιχαὴλ αἰτοῦμαι τὴν χάριν σου, Φ(ιλαρέτου).

Εἰς ἔκαστον τροπάριον λέγομεν·
Ἀρχάγγελε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Τὰ δύο τελευταία·
Δόξα. Καὶ νῦν.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Θεοῦ τοῦ Ὑψίστου τὸν λειτουργόν, ὑμνῶ καὶ γεραίρω, καὶ αἰτοῦμαι ὡς βοηθόν, εἰς πᾶσαν τοῦ βίου τρικυμίαν, τὸν Μιχαὴλ τῶν Ἀγγέλων τὸν πρόμαχον.

Ἐλθών ὡς ἱκέτης σου ταπεινός, τῇ σεπτῇ Μονῇ σου Πανορμίτου, ὦ Μιχαήλ, προσπίπτω τῇ θείᾳ σου Εἰκόνι εὐχαριστῶ σοι θερμῶς, Ἀρχιστράτηγε.

Ῥοῆς τῶν δακρύων μου, Μιχαήλ, δέχθητι ἀσμένως καὶ καρδίας μου συντριβήν, παρέχων μοι αὖθις τὴν ὑγίειαν καὶ σωτηρίαν ψυχῆς, ὦ Πρωτάγγελε.

Θεοτοκίον.
Μεγίστοις ὑπάρχων ἐν πειρασμοῖς, πρὸς σὲ καταφεύγω σωτηρίαν ἐπιζητῶν, ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὡς προστάτην καὶ σκέπην διηνεκῶς κέκτημαι, σὲ τὸν Ταξιάρχην Κυρίου καὶ Μεγαλόχαρον, ὅθεν ἐκ τούτου θερμῶς, τῇ θείᾳ ταύτῃ Μονή σου, σήμερον προσέρχομαι χάριν αἰτούμενος.

Συνεχόμενος φόβῳ καὶ συντριβή ἔνδοθεν, ὡς ἐν ἁμαρτίαις βιώσας, θεῖε Ἀρχάγγελε, καὶ διὰ τοῦτο δεινῶς, ταλαιπωροῦμαι ὁ τάλας, ὅθεν σὺ μὲ λύτρωσαι τῆ μεσιτείᾳ σου.

Μιχαὴλ Πανορμίτα, τῶν εὐσεβῶν πρόμαχε καὶ τῶν ἀσθενούντων ὁ ῥύστης, ὡς τάχος πρόφθασον, καὶ διαφύλαξον νῦν ἐκ πειρασμῶν καί κινδύνων, πάντας τοὺς προστρέχοντας τῇ θείᾳ σκέπη σου.

Θεοτοκίον.
Ἱκετεύω Παρθένε, τὸν ψυχικὸν τάραχον καὶ τῆς ἀθυμίας τὴν ζάλην διασκεδάσαι μου, σὺ γὰρ Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς  γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη Πανάχραντε.

Διάσωσον, ὦ Ταξιάρχα, ἡμᾶς ἐκ παντὸς κινδύνου καὶ ἀσφάλισον σὴν Μονὴν καὶ Νῆσον ἐκ θλίψεων, σε ἔχομεν κραταιὸν γὰρ προστάτην.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Θεοῦ λειτουργέ, Μιχαήλ Ἀρχιστράτηγε, Πανόρμου Μονῆς προστάτα καὶ ὑπέρμαχε ἐκτενῶς βοώμέν σοι· σπεῦσον ὧδε καὶ ἴασαι τοὺς ἀσθενοῦντας οἰκτρῶς ἀδελφούς καὶ πάντας χαρίτωσον, θειότατε.

 Θεοτοκίον.
Πρεσβεία θερμή, καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν σοι· Θεοτόκε Δέσποινα, πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Χαριστήριον αἴνεσιν μετὰ εὐλαβείας νῦν ἀναμέλπω σοι, ὦ τρισμέγιστε Ἀρχάγγελε, λυτρωθείς ἐκ πάντων τῶν μισούντων με.

Ἀπαλλάξας τὸν δείλαιον ἐκ τῶν τυραννούντων με πολεμίων μου, ταῖς λιταῖς σου πρὸς τὸν Κύριον, Μιχαὴλ θεόπτα, περιφρούρει με.

Ἡλιόμορφε Ἄγγελε, δίδου μοι βοήθειαν ὅπως πάντοτε, τῇ σῇ λάμψει καὶ ταῖς χάρισι, διαλάμπω πᾶσιν ὁ ἀνάξιος.

Θεοτοκίον.
Λῦσον, Μῆτερ, τὸν τάραχον ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον καὶ τὸν κλύδωνα κατεύνασον τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἅγνισον ἡμῶν, τὰς ψυχάς τε καὶ τὰ σώματα ἐκ πονηρῶν λογισμῶν, Μιχαήλ, ἀγγελικῶς ἵνα ζῶμεν ἀεὶ θαυμάσιε.

Ἵλεως ἡμῖν ὅπως γένηται ὁ Κύριος ταῖς ἁμαρτίαις ἡμῶν, Μιχαήλ, σοι ἐκδυσώπει αὐτὸν ἐκτενῶς, πρωτάγγελε.

Τείχισον ἡμᾶς ἐν τῆ σκέπη τῶν πτερύγων σου, ἵνα θερμῶς ἐν τῷ βίῳ παντὶ τὸν Ἰησοῦν ὡς Θεὸν εὐλαβῶς λατρεύωμεν.

Θεοτοκίον.
Ὄλβιον Ἀγνή, τὴν ζωήν μου σὺ κατάστησον, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης ἡ γεννήσασα τὸν αἴτιον.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ὑμνήσωμεν, Μιχαὴλ τὸν Ἄρχοντα, προσκυνοῦντες καὶ αὐτοῦ τὴν Εἰκόνα, ἐξ ἦς θαυμάτων τὸ πλῆθος προῆλθε, καὶ χαριτόβρυτος πᾶσιν ἐγένετο, δι’ ὅπερ σήμερον αὐτὴν εὐγνωμόνως τοῖς ἄνθεσι στέψωμεν.

Μεγάλυνον, τὸν Σωτῆρα Κύριον, ὦ πληθὺς Χριστιανῶν ἐκ καρδίας, καὶ τὸν αὐτοῦ Ἀρχιστράτηγον ἄμα, τὸν διασῴζοντα πάντας ἐκ θλίψεων καὶ νοσημάτων σοβαρῶν, μεσιτείαις αὐτοῦ πρὸς τὸν εὔσπλαγχνον.

Ἀγάλλεται, ἡ Μονή σου σήμερον, Μιχαὴλ ὦ Πανορμίτα ενθέως, ὅτι πολλῶν θαυμασίων ἐδείχθης, τελετουργὸς καὶ προστάτης θερμότατος, τῶν ἐν θαλάσσαις καὶ δειναῖς, ἀσθενείαις σωτὴρ ἑτοιμότατος.

Θεοτοκίον.
Ἰδοὺ ἐγώ, σὲ προστάτην κέκτημαι καὶ φρουρὸν ἐν τῆ ζωή μου Παρθένε, τῶν πειρασμῶν διαλύουσα ὄχλον καὶ ἐπηρείας δαιμόνων ελαύνουσαν, καὶ δέομαι διὰ παντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.

Διάσωσον, ὦ Ταξιάρχα, ἡμᾶς ἐκ παντὸς κινδύνου καὶ ἀσφάλισον σὴν Μονὴν καὴ Νῆσον ἐκ θλίψεων, σὲ ἔχομεν κραταιὸν γὰρ προστάτην.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Πρωτοστάτα τῶν ἐπουρανίων Δυνάμεων, Πανορμίτα, τῶν Χριστιανῶν ὁ ὑπέρμαχος, δέξαι αὖθις τὰς προσευχὰς ἡμῶν τῶν ταπεινῶν θερμῶς κράζοντας σοι, Μιχαήλ, ἐκ τῶν παγίδων τοῦ σατὰν διαφύλαξον ἀπαντας, φρούρησον τὴν Μονήν σου, διάσωσον τοὺς νοσούντας, πᾶσι παρέχων δαψιλώς, τὴν ζωήῤῥυτον χάριν σου.

Προκείμενον.
Τὸν Ἄγγελον αὐτοῦ ἐντελεῖται περί σου τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοίς σου.
Στίχος α΄
. Ὅτι ἔκλινε τὸ οὕς αὐτοῦ ἐμοί καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι.
Στίχος
β΄. Ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ Ἁγιάσματι αὐτοῦ.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. ι΄. 16 – 21)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταίς· Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. Εἶπε δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. Πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.

Δόξα σοι, Κύριε· δόξα σοι

Δόξα.
Ταῖς τοῦ Ἀρχαγγέλου, Οἰκτῖρμον, μεσιτείαις ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Μέγιστε Ἀρχάγγελε, ὦ Μιχαήλ Πανορμίτα, σήμερον τιμῶμέν σε σῷ Ναῶῷ ἱστάμενοι οἱ ανάξιοι· καὶ θερμοῖς δάκρυσι, τήν δε ἱκεσίαν, καταθέτομεν δεόμενοι, λύτρωσαι ἅπαντας ἀπὸ νόσων ἄμα καὶ θλίψεων· καὶ σῶσον κινδυνεύοντας καὶ ἀδικουμένους πανάριστε, καὶ τοὺς ἐν θαλάσσαις κυβέρνησον ὡς μόνος δυνατός, καὶ εἰς λιμένα τὸν εὔδιον σώους ἐπανάγαγε.

Σῶσον ὁ Θεός, τὸν λαόν σου….

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὴν ἀγίαν σου σκέπην ἐφαπλοῖς ἐσαεὶ πανταχοῦ, θαυμάσιε, παρέχουσαν ἀφθόνως, τὴν θείαν προστασίαν, δι’ ὅ ἅπαντες κράζομεν· ὦ Ταξιάρχα θερμῶς, ἐν σοι εὐχαριστοῦμεν.

Ἡ Μονή σου τρισμάκαρ θαυμασία ἐδείχθη ἐν τῆ Εἰκόνι σου, διὸ εἰς Πανορμίτην, προτρέχουσιν ἀσμένως, οἱ πιστοί ανακράζοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Νηνεμίαν χαρίζεις τοῖς θαλάσσαις δειναῖς καί κινδύνοις πλέουσι, τὴν λύτρωσιν παρέχεις, ὡς σὲ ἐπικαλοῦνται, Μιχαὴλ ἀστραπόμορφε, σε ἀνυμνοῦμεν πιστῶς, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.
Χαριτόβρυτον ὄντως καὶ πηγὴν ἀφθαρσίας τὴν σὲ κυήσασαν καὶ πύργον ἀσφαλείας καὶ θύραν μετανοίας τοῖς κραυγάζουσιν έδειξας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα τῶν οὐρανῶν.
Ἀσμένως ῥῶσιν, τοῖς ἀσθενοῦσι βραβεύεις, τοῖς πιστῶς προστρέχουσι σοι Μάκαρ, καὶ ὑπερυψοῦσι, τὰ θεῖα θαύματά σου.

Ῥῦσαι σοὺς δούλους, ἐκ τῶν βελίαρ σκανδάλων, Μιχαὴλ Ἀρχιστράτηγε θεῖε, φρουρῶν ἡμᾶς ἄμφω, εἰς πάντας τοὺς αἰῶνας.

Ἰδὲ ἐν Σύμη, ὁ θείος οὗτος Ναός σου, καταφύγιον ὁρᾶται πονούντων, καὶ λιμὴν ὑπάρχει, γαλήνιος πλεόντων.

Θεοτοκίον.
Νόσους παντοίας, τὰς τῆς ψυχῆς ἰατρεύεις καὶ σαρκὸς τὰς ὀδύνας, Παρθένε, ἵνα σε δοξάζω, τὴν Κεχαριτωμένην.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Συμφώνως, θεῖε Νόε, μετὰ τῶν Ἀγγέλων, τῇ φωταυγεί παρουσία σου πάντοτε, διακονεῖς τῷ Κυρίῳ εἰς τὸ σωθῆναι ἡμᾶς.

Ὁμόθυμον τὸν ὕμνον, φόβῳ ἀναμέλπων, τῷ Τρισηλίῳ Θεῶ Ἀρχιστράτηγε, καὶ τὰς ἡμῶν νῦν δεήσεις, Αὐτῷ προσάγαγε.

Ὑμνοῦμεν τὸν Σωτῆρα Χριστὸν ἐκ καρδίας καὶ Μιχαὴλ τὸν Ἀρχάγγελον πάντοτε, ὅτι ἡμᾶς διασώζουν, ἐκ περιστάσεων.

Θεοτοκίον.
Φωτός σου ταῖς ἀκτίσι, λάμπρυνον Παρθένε, τὸ ζοφερὸν τῆς ἀγνοίας διώκουσα, τοὺς εὐσεβῶς Θεοτόκον, σὲ καταγγέλοντας.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις, αξιύμνητε Μιχαήλ, Πρωτάγγελε θεῖε, Ἀσωμάτων μυσταγωγέ, χαίροις τοῦ Κυρίου, πανάριστος κινύρα καὶ τῆς ἀύλου δόξης λαμπρὸν ἀπαύγασμα.

Δέξαι, ὦ παμμέγιστε Μιχαήλ, ἡμῶν τὰς δεήσεις, ἆς προσάγαγε τῷ Θεῷ, αἰτούμενος πᾶσιν, ὁμόνοιαν εἰρήνην καὶ λύτρωσιν ἐκ πόνων τῇ μεσιτείᾳ σου.

Πρόφθασον, Ἀρχάγγελε Μιχαήλ, καὶ φρούρει ἀγρύπνως, Ἐκκλησίαν τὴν τοῦ Θεοῦ, ἐν Βασιλευούση καὶ τῇ Ὀρθοδοξίᾳ παράσχου θαυμασίως πάσῃ τὸν θρίαμβον.

Σκέπε, Μεγαλόχαρε Μιχαήλ, τῆς Ὀρθοδοξίας Ἀρχιποίμενα τὸν κλεινόν, ἄμα καὶ τὸν κλῆρον καὶ τὸν λαόν Κυρίου, δωρούμενος ὑγίειαν αὐτοῖς, θαυμάσιε.

Φρούρει, ἀστραπόμορφε Μιχαήλ, τὴν Μονήν σου ταύτην, τοὺς πατέρας καὶ ἀδελφούς, ἄμα τοὺς ἐφόρους αὐτῆς καὶ εὐεργέτας, ἀπὸ παντὸς κινδύνου καὶ περιστάσεως.

Τοὺς προσερχομένους τῆ σῇ Μονῇ, ἐν πίστει καὶ πόθῳ, Ὀρθοδόξους Χριστιανούς, σκέπε καὶ εὐλόγει δωρούμενος ὑγίειαν καὶ πᾶσαν εὐρωστίαν, θεῖε Ἀρχάγγελε.

Τῆς Δωδεκανήσου ὁ θησαυρός, Σύμης Κῷ καί Ῥόδου, τῆς Καλύμνου ὁ βοηθός, ἀπᾴσῃς Ἑλλάδος, ὦ μέγα Ταξιάρχα, Χριστιανῶν τὸ κέρας, εἷ Μεγαλόχαρε.

Τοὺς ναυτιλλομένους Χριστιανούς, τοὺς ἐν ταῖς θαλάσσαις, κινδυνεύοντας ἀδελφούς, τοὺς τὸ ὄνομα σου, θερμῶς ἀναβοῶντας· διάσωσον ἐν τάχει, θεῖε Πρωτάγγελε.

Ἕτερα Μεγαλυνάρια Ἐκ χειρογράφου τῆς Ἰ. Μονῆς.
Ὦ τῆς θεωρίας σου τῆς φρικτῆς καὶ τῆς καλλονῆς σου, τῆς πυρίνου καὶ θεαυγούς, κατέχεις τὸ σκῆπτρον Μιχαὴλ τῇ χειρί σου καὶ μέλπεις τῇ Τριάδι ὕμνον Τρισάγιον.

Ἔχων σε προστάτην καὶ βοηθόν, φύλακα καὶ σκέπην τῆς ψυχῆς μου τῆς ταπεινής, Μιχαὴλ πρωτάρχα, καὶ Μέγα Ταξιάρχα, ἐν ὥρα τοῦ θανάτου σὺ μοὶ βοήθησον.

Χαίροις ἱερώτατε Γαβριήλ, χαίροις πρωτοστάτα τῶν Ἀγγέλων προμηνυτά, χαίροις ὁ τὸ χαῖρε μηνύσας τῇ Παρθένῳ ἐν Ναζαρέτ τῇ πόλει ἣν μεγαλύνομεν.

Καὶ τὰ ἕτερα δύο ταύτᾳ, Ἀνωνύμου.
Μιχαήλ Ἀρχάγγελε τοῦ Θεοῦ, μὴ ἔλθῃς ὡς λέων ἀγριώτατος εἰς ἐμέ, μηδὲ τὴν ψυχήν μου ἁρπάσῃς ὡς στρουθίον, ἐν ὥρα τοῦ θανάτου σὺ μοὶ βοήθησον.

Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, τοὺς δύο φωστῆρας, τοὺς μεγάλους καὶ φωταυγείς, Μιχαὴλ τὸν μέγαν καὶ Γαβριήλ τὸν θεῖον, τοὺς δύο Ταξιάρχας τοῦ Παντοκράτορος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.


Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος δ΄.
Τῶν οὐρανίων στρατιῶν, Ἀρχιστράτηγε, δυσωποῦμεν σε ἀεὶ ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς σαῖς δεήσεσι τειχίσῃς ἡμᾶς, σκέπη τῶν πτερύγων τῆς ἀύλου σου δόξης, φρουρῶν ἡμᾶς προσπίπτοντας ἐκτενῶς καὶ βοῶντας· ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, ὡς Ταξιάρχης τῶν ἄνω Δυνάμεων.

Ἕτερον Ἀνωνύμου. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Τῆς Μονῆς τοῦ Πανόρμου προστάτης πέφυκας, ἔνθα ὑπάρχει παμμάκαρ, ὡς θησαυρὸς δωρεῶν, ἡ σεπτὴ καὶ ἀγία Εἰκόνα σου,
Ταξιάρχα Μιχαὴλ αξιοθαύμαστε πρός ἤν προστρέχει εὐλαβῶς ὁ περιούσιος Λαός, αἰτῶν πταισμάτων τὴν λύσιν, καὶ τῶν ψυχῶν σωτηρία, ὦ Ταξιάρχα μεσιτείαις σου.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, νῦν προσπέσωμεν πιστῶς, ὦ Χριστιανοί, τῆ Εἰκόνι τοῦ Ταξιάρχου ἡμῶν κράζοντες ἐν δάκρυσι καὶ στεναγμοῖς εκτενώς, Μιχαήλ Ἀρχιστράτηγε, τῆς Σύμης τὸ θαῦμα, πρόφθασον καὶ λύτρωσαι ἡμᾶς ἐκ ἄμφω πᾶσι τοῖς νοσούσι, καὶ δεῖξον τὴν φιλανθρωπίαν σου, Πανένδοξε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου