†Εορτάζεται στις 14 Νοεμβρίου
Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε,
εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία
σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά
τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὂτι
κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου,
ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό
πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν
σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν
ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί,
Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ
τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό
θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν
γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη
σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις
τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι
ἐγώ δοῦλός σου εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
καὶ τὸ ἑξῆς·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Τοὺς
παρεστῶτας τῇ σορῷ τῶν λειψάνων σου, καὶ ἐκ ψυχῆς ὀδυνηρᾶς δεομένους
σου, ἐν συμπαθείᾳ οἴκτειρον σοὺς δούλους ἡμᾶς, κράζοντας καὶ λέγοντας·
τὰς ἡμῶν ἱκεσίας, δέξαι καὶ ἀνάγαγε, εἰς τὸν Κτίστην τῶν ὅλων· μὴ
ἀποστρέψῃς Ἅγιε κενούς, τοὺς σὲ μεσίτην πλουτοῦντας εὐπρόσδεκτον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ
σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ
Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς
δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς
γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν
με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν
Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου
καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω
καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό
πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί
νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν
ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα
καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί
καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι
ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον
τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου
ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς
ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου
καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν
ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ
αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν
δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ
τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ
εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην
καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ
εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε
εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε
ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ὡς
ὄργανον θεῖον τοῦ Παντουργοῦ, Γρηγόριε Πάτερ, ἱκετεύομεν σαῖς λιταῖς,
ἀξίως ἀξίωσον ὑμνεῖν σε, τοὺς τὴν σορόν σου κυκλοῦντας τὴν πάντιμον.
Ψυχῶν καὶ σωμάτων τοὺς πειρασμούς, ἐξ ὕψους ἐλάσας, ἐν εἰρήνῃ διαβιοῦν, τὴν ποίμνην σου ταύτην ἧς προέστης, ἀδιαλείπτως Γρηγόριε πρέσβευε.
Χριστὸν ὁλοψύχως ἠγαπηκώς, παντὸς ἀντηλλάξω, μεγαλέμπορος γεγονώς· διὸ μιμητάς σου ἡμᾶς πάντας, τοὺς προσιόντας σοι πίστει ἀνάδειξον.
Θεοτοκίον.
Σωτῆρα
τεκοῦσάν Σε καὶ Θεόν, δυσωπῶ Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, Σοὶ γὰρ
νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Φωταυγίας
ἐκείνης τῆς ὑπὲρ νοῦν ἄνωθεν, ἧσπερ ἐνεπλήσθης ἀῤῥήτως, καὶ
ὑπερέλαμψας, ὡς ἄλλος ἥλιος, ἐν τῷ τοῦ Ἄθωνος Ὄρει, καὶ ἡμᾶς ἀξίωσον,
Πάτερ Γρηγόριε.
Τρικυμίαις τοῦ βίου κατακλυσθείς κράζω σοι· σοῦ τῇ μεσιτείᾳ παμμάκαρ, δεῖξον ἀνώτερον, τῆς καταιγίδος με, καὶ ἀγαθὸς κυβερνήτης, τοῦ λοιποῦ με γένοιο, Πάτερ Γρηγόριε.
Ὑψηλός σου ὁ βίος ἀσκητικῶς γέγονεν, ἡ δὲ σὴ σοφία ὑπέρλαμπρος, ὡς οὐράνιος· ὅθεν ἡ χάρις σε, εἰς τὴν λυχνίαν ἀνάγει, ὅπως φῶς τοῖς ἅπασιν, εἴης Γρηγόριε.
Θεοτοκίον.
Ἱκετεύω
Παρθένε τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι
μου, Σὺ γὰρ Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας,
Θεομακάριστε.
Διάσωσον, ἀπὸ κινδύνους τοὺς δούλους σου θεοφόρε, ὅτι πάντες ἐν τοῖς δεινοῖς τὴν σορόν σου πλουτοῦμεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις και το Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαν
θερμὴν καὶ κραταιὰν βοήθειαν, αἰτοῦμεν ἐκ σοῦ, οἱ θλίψεσι πυρούμενοι,
ἐκτενῶς βοῶντες καὶ λέγοντες· εὐσυμπάθητε πρόφθασον, καὶ ἐκ κινδύνων
λύτρωσαι ἡμᾶς, τοὺς πόθῳ τιμῶντας τὴν μνήμην σου.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Σοὶ προσπίπτομεν Ἅγιε, καὶ τὴν προστασίαν σου ἐξαιτούμεθα, δίδου πᾶσι τὰ αἰτήματα, καὶ πταισμάτων λύσιν Χριστομίμητε.
Παραμύθιον ἔχει σε, ὁ Θεσσαλονίκης λαὸς καὶ καύχημα· τὴν γὰρ μνήμην σου γεραίροντες, τοὺς ἐχθροὺς τροποῦνται τοὺς τῆς Δύσεως
Ῥωμαλαίῳ φρονήματα, πρὸς τοὺς ἐκ τῆς Ἄγαρ ἀχθεὶς ἐνήθλησας, καὶ ὡς Μάρτυρα ἀναίμακτον, ὁ Χριστὸς δοξάζει σε Γρηγόριε.
Θεοτοκίον.
Ἀπολαύοντες Πάναγνε, τῶν Σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές Σε Θεομήτορα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὄμβρησον ἡμῖν, ὑετοὺς τοὺς τῶν θαυμάτων σου, καὶ τὰς ἀρούρας τῶν ψυχῶν ἄρδευσον, ἵνα καρπόν, προσάγωμέν σοι τὴν εὐλάβειαν.
Ξένα καὶ φρικτά, ἡ πανίερος διήγησις, ἀνακηρύττει σου τὰ θαυμάσια, ἐξ ὧν μετάδος, τοῖς δούλοις σου Δέσποτα.
Νέον σε πλουτεῖ, κατὰ Παῦλον ἀρχιτέκτονα, ὁ λογικὸς τῆς Ἐκκλησίας ναός· ὅθεν κραυγάζω σοι· θεῖον κἀμὲ δεῖξον τέμενος.
Θεοτοκίον.
Ἴασαι Ἁγνή, τῆς ψυχῆς μου τὴν ἀσθένειαν, ἐπισκοπῆς Σου ἀξιώσασα, καὶ τὴν ὑγείαν, τῇ πρεσβείᾳ Σου παράσχου μοι.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Μωρίαν,
τοῦ Βαρλαὰμ ἀπέδειξας, καὶ σαθρὰν τὴν ἐπιστήμην θεόφρον, τὴν ἐν Θαβώρ,
καταστρέφουσαν δόξαν, καὶ τῷ φωτὶ τῶν δικαίων ἀνταίρουσαν, οὗ δέομαί σου
ἐκτενῶς, τὴν ψυχήν μου ἀξίαν ἀνάδειξον.
Λαλεῖταί σου, πανταχοῦ τὸ ἔνθεον, καὶ πανίερον καὶ ἔνδοξον τέλος· καὶ γὰρ τὸ φῶς, ᾧ συνεῖπας εὐσθενῶς, τὴν σὴν σκηνὴν καταλάμψαν ἐδόξασε, καὶ ἔδειξεν ὡς ἀληθῶς, Πρωτομάρτυρος χρῶτα τὸ εἶδός σου.
Κακίστην, καὶ δυσσεβῆ ἀπήλεγξας, τὴν προσθήκην ἐν Συμβόλῳ τῷ θείῳ, θεολογῶν, καὶ δεικνύων ἀφύκτως, τὴν δυαρχίαν ἐντεῦθεν εἰσάγεσθαι· διδάσκαλον οὖν ἡ σεπτή, Ἐκκλησία πλουτεῖ σε Γρηγόριε.
Θεοτοκίον.
Ὡς
τεῖχος, καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν Σε παντελῆ σωτηρίαν, καὶ
πλατυσμόν, ἐν ταῖς θλίψεσι Κόρη, καὶ τῷ φωτί Σου ἀεὶ ἀγαλλόμεθα, ὦ
Δέσποινα καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.
Διάσωσον, ἀπὸ κινδύνους τοὺς δούλους σου θεοφόρε, ὅτι πάντες ἐν τοῖς δεινοῖς τὴν σορόν σου πλουτοῦμεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασίαν
ἐν τοῖς πειρασμοῖς σὲ κεκτήμεθα, σὲ μεσίτην πρὸς τὸν Ποιητὴν
προβαλλόμεθα, οἱ κατάκριτοι καὶ ὑπεύθυνοι κακῶν πολλῶν, καὶ νῦν
πρόφθασον, θεῖε Πάτερ, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν θερμῶς κραυγαζόντων
σοι· τάχυνον εἰς πρεσβείαν, καὶ ῥῦσαι παθῶν παντοίων, ποίμνην ὅλην
δεομένην σου.
Προκείμενον.
Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ἰωάννην (Κεφ. ι΄ 9-16).
Εἶπεν
ὁ Κύριος· ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται καὶ
εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ
μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ
περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν
αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ
εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα
καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ
μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων.
Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν
ἐμῶν· καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα καὶ τὴν ψυχήν
μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς
αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν καὶ τῆς φωνῆς μου ἀκούσουσι καὶ
γενήσεται μία ποίμνη, εἷς ποιμήν.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.
Στίχ. Ἐλέησόν με, ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μέγαν
ἀντιλήπτορα, σὲ κεκτημένη καυχᾶται, Γρηγόριε Δέσποτα, ἡ σὴ ποίμνη
ἔχουσα, τὴν σὴν λάρνακα, καὶ πιστῶς ᾄσμασι, τὴν σεπτὴν σήμερον,
καταστέφει καὶ γεραίρει σου, μνήμην τὴν πάντιμον, καὶ τὴν εὐλογίαν
καρποῦταί σου, ἄνωθεν καταβαίνουσαν, διὰ τὴν τιμὴν τῶν λειψάνων σου·
θεῖε Ἱεράρχα, λαμπρότατε σοφώτατε φωστήρ, μὴ νῦν παρίδῃς τὴν δέησιν, τῶν
παρακαλούντων σε.
Σῶσον ὁ Θεός τόν λαόν σου …..
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Κραταιόν
σε προστάτην, ἐκ Θεοῦ εὑραμένη ἡ θεία ποίμνη σου, κατέχει σου ἐν
κόλποις, ἐχέγγυον ἀγάπης, τὴν σορὸν τῶν λειψάνων σου, ἀναβοῶσα πιστῶς· ὁ
Θεὸς εὐλογητὸς εἶ.
Θελητὴν τοῦ ἐλέους, σὺ ἐκήρυξας πᾶσι Χριστὸν τὸν Κύριον, ῥυσθῆναι γοῦν κινδύνων, λοιμοῦ καὶ ἀνομβρίας, τοὺς βοῶντας ἱκέτευε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἡμέρας ἀνεσπέρου, καὶ φωτὸς ἀϊδίου υἱὸς γενόμενος, τοὺς πίστει προσιόντας, τῇ λάρνακί σου μάκαρ, ἀναμέλπειν καταύγασον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Θησαυρὸν
σωτηρίας, καὶ πηγὴν ἀφθαρσίας τὴν Σὲ κυήσασαν, καὶ πύργον ἀσφαλείας,
καὶ θύραν μετανοίας, τοῖς κραυγάζουσιν ἔδειξας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς
εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῆς Ἐκκλησίας, τὸν οὐρανὸν καταλάμπων, ὡς ἀστὴρ ἀπλανὴς διασώζεις, τοὺς ὑπερυψοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.
Τῶν ἰαμάτων, σὲ ἐνεργὸν πᾶς τις ἔγνω, τῶν θερμῶς αἰτούντων σου τὴν χάριν, καὶ πιστῶς τιμώντων, τὰ λείψανά σου Πάτερ.
Θεσσαλονίκη, σὲ ὡς ποιμένα γεραίρει, Ἐκκλησία δὲ πᾶσα κηρύττει, καὶ ἀνακροτεῖ σοι, τοὺς θείους σου ἀγῶνας.
Θεοτοκίον.
Τὰς ἀσθενείας μου, τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τὰς ὀδύνας Παρθένε· ὅθεν Σὲ δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἐῤῥέτωσαν καθάπαξ, οἱ θεομαχοῦντες, καὶ τὴν σὴν δόξαν ἐκδίκως ἐκβάλλοντες· ὁ γὰρ Χριστὸς σὲ δοξάζει, φρικτοῖς ἐν θαύμασι.
Λαμπρῶς ἡ Ἐκκλησία, ἄγει σου τὴν μνήμην, τῶν γὰρ ἐχθρῶν ἀπελέγχει τὸ δύσφημον, ὡς προτιθεῖσα τὴν λάρνακα, τῶν λειψάνων σου.
Ἑκάστῳ τὰς αἰτήσεις, τὰς πρὸς σωτηρίαν, τῶν σὲ τιμώντων ἐξ ὕψους κατάπεμψον, καὶ τῶν λυπούντων τὴν ποίμνην σου, ἐλευθέρωσον.
Θεοτοκίον.
Φωτός Σου ταῖς ἀκτῖσι, λάμπρυνον Παρθένε, τὸ ζοφερὸν τῆς ἁγνοίας διώκουσα, τοὺς εὐσεβῶς Θεοτόκον, Σὲ καταγγέλλοντας.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὸν
θεῖον Γρηγόριον οἱ πιστοί, πάντες συνελθόντες, εὐφημήσωμεν εὐσεβῶς, ὡς
ὄντως ποιμένα, τοῖς πράγμασι φανέντα, καὶ στόμα ἀληθείας, καὶ φωτὸς
κήρυκα.
Προσέλθωμεν ἄνθρωποι ἐκ ψυχῆς, ἁψώμεθα πάντες, μετὰ πίστεως τῆς σοροῦ, τῶν θείων λειψάνων, τὴν λύσιν ἐξαιτοῦντες, παντοίων ἀλγηδόνων, καὶ πάσης θλίψεως.
Φρούρησον τὴν ποίμνην σου ὁ καλός, ἄγρυπνος προστάτης, τὴν κυκλοῦσάν σου τὴν σορόν, καὶ ῥῦσαι κινδύνων, καὶ πάσης ἐπηρείας, Γρηγόριε τρισμάκαρ, ἀξιοθαύμαστε.
Ἵλεως γενοῦ μοι σοὶ ἐκβοᾷ, Θεσσαλονικέων, ὁ πιστότατός σου λαός, Γρηγόριε Πάτερ, ταῖς ἱεραῖς λιταῖς σου, μετὰ τοῦ Μυροβλήτου, ἡμᾶς περίσωζε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον
ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι
τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε
ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ
μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί
λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός
Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς
εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς
Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία
τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν το ἑξῆς.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ἱεραρχῶν
τὸ θεῖον κειμήλιον, Πάτερ Ὅσιε, παμμάκαρ Γρηγόριε, τὴν ἱερὰν θήκην τῶν
λειψάνων σου, ἐν τῇ μνήμῃ σου αἴροντας σήμερον, μὴ καταισχύνῃς ἡμᾶς,
ἀναξίους ὄντας τῆς σῆς ἁγιότητος, ἀλλ’ ἀξίωσον ἀκατακρίτως αὐτῆς
ἐφάπτεσθαι, τὸν πόθον ἀφοσιουμένους, ὃν πρὸς σὲ ἀνατείνομεν πάντες,
ἐκλιπαροῦντες καὶ λέγοντες· μὴ παύσῃ πρεσβεύων Ἱεράρχα, ὑπὲρ τῶν ψυχῶν
ἡμῶν.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου